Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.9 Joseph. AJ 3.13 (English) >>Joseph. AJ 3.17

3.11καρπόν τε φέρειν ἦν ἀσθενῆ τὰ δένδρα διὰ σπάνιν τῆς ἐξ ὕδατος εἰς τοῦτο ἀφορμῆς καὶ παρακλήσεως. εἶχον οὖν ἐν αἰτίᾳ τὸν στρατηγὸν καὶ κατεβόων αὐτοῦ τὴν ταλαιπωρίαν καὶ τὴν πεῖραν τῶν κακῶν διʼ αὐτὸν πάσχειν λέγοντες· τριακοστὴν γὰρ ἐκείνην ὁδεύοντες ἡμέραν ὅσα μὲν ἐπεφέροντο πάντʼ ἦσαν ἀναλωκότες, μηδενὶ δὲ περιτυγχάνοντες δυσέλπιδες ἦσαν περὶ τῶν ὅλων. 3.12πρὸς δὲ τῷ παρόντι κακῷ τὴν διάνοιαν ὄντες καὶ ἐν μνήμῃ εἶναι τῶν ὑπηργμένων αὐτοῖς ἔκ τε τοῦ θεοῦ καὶ τῆς Μωυσέος ἀρετῆς καὶ συνέσεως κωλυόμενοι διʼ ὀργῆς τὸν στρατηγὸν εἶχον καὶ βάλλειν αὐτὸν ὡρμήκεσαν ὡς αἰτιώτατον τῆς ἐν ποσὶ συμφορᾶς. 3.13

δʼ οὕτως ἀνηρεθισμένου τοῦ πλήθους καὶ πικρῶς ἐπʼ αὐτὸν κεκινημένου τῷ θεῷ θαρρῶν καὶ τῷ συνειδότι τῆς περὶ τοὺς ὁμοφύλους προνοίας πάρεισιν εἰς μέσους, καὶ καταβοώντων καὶ κατὰ χεῖρας ἔτι τοὺς λίθους ἐχόντων, ὁραθῆναί τε κεχαρισμένος ὢν καὶ πλήθεσιν ὁμιλεῖν πιθανώτατος, καταπαύειν ἤρξατο τῆς ὀργῆς, 3.14μὴ τῶν παρόντων αὐτοὺς δυσκόλων μεμνημένους λήθην ἔχειν τῶν ἔμπροσθεν εὐεργεσιῶν παρακαλῶν, μηδʼ ὅτι νῦν πονοῦσι τῆς διανοίας ἐκβάλλειν τὰς τοῦ θεοῦ χάριτας καὶ δωρεάς, ὧν μεγάλων καὶ ἐκ παραδόξου ἔτυχον γενομένων, προσδοκᾶν δὲ καὶ τῆς παρούσης ἀπαλλαγῆναι ἀμηχανίας ἐκ τῆς τοῦ θεοῦ κηδεμονίας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.9 Joseph. AJ 3.13 (English) >>Joseph. AJ 3.17

Powered by PhiloLogic